Παράκληση εις την Οσία Αμαλία

 

Παράκληση εις την Οσία Αμαλία

Παράκληση εις την Οσία Αμαλία

 

Παρακλητικός Κανών εις την Οσία και Θεοφόρον Μητέρα ημών Αμαλία των Βρυξελλών

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

 

†Εορτάζεται στις 10 Ιουλίου

 

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου.

Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον.

Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

 

Παράκληση εις την Οσία Αμαλία

Καὶ τὰ ἐξῇς Τροπάρια·

Ἦχος πλ. δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁσιωτάτη Ἀμαλία, ταμεῖον τῶν ἀρετῶν καὶ εὐποιΐας τῶν ἔργων, Κυρίῳ εὐηρέστησας ἀσκήσει στεῤῥᾷ, καὶ λαὸν Χριστώνυμον Βρυξελλῶν θεαρέστοις, ἐλεημοσύναις σου ὅθεν πάντες τιμῶντες, τοὺς σοὺς ἀγῶνας θείας σου λιτάς, πρὸς τὸν Σωτῆρα Χριστὸν ἐξαιτούμεθα.

Δόξα. Καὶ νῦν.

Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ὁ Ψαλμὸς Ν´(50)

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.

  Άγιοι Ραφαήλ, Νικόλαος και Ειρήνη – Εορτάζουν 2 ημέρες μετά το Άγιο Πάσχα

 

Παράκληση εις την Οσία Αμαλία

Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανὼν, οὗ ἡ Ἀκροστιχίς·
Ἀμαλίας παράκλησις, Βρυξελλῶν Ὁσίας. Χ.

 

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ἀμάρυγμα πάμφωτον ἀρετῶν, σεπτὴ Ἀμαλία, ἐγκαλλώπισμα Βρυξελλῶν, θεόθεν εὐλόγει σοὺς ἱκέτας, καὶ περιφρούρει τοὺς σοὶ καταφεύγοντας.

Μανίας συντήρει τοῦ πονηροῦ, ἡμᾶς ἀνωτέρους, τοὺς τιμῶντας σὴν ἀγωγήν, κλεινὴ Ἀμαλία ἐλεῆμον, πρὸς ἀρετῆς ἐν Χριστῷ ὁλοκλήρωσιν.

Ἀσκήτρια ἔνδοξε Βρυξελλῶν, πιστούς Ἀμαλία, περιφρούρει διηνεκῶς, προσφεύγοντας χάριτί σου θείᾳ, καὶ ἀγωγὴν ἀνυμνοῦντάς σου ἄμεμπτον.

Θεοτοκίον.
Λαμπὰς παρθενίας Μῆτερ Θεοῦ, Κεχαριτωμένη, Ἀμαλίας θερμαῖς λιταῖς, συνέσεως ἄναψον τὴν φλόγα, τῆ σὲ ὑμνούσῃ ἀπαύστως νεότητι.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Ἱλασμόν Ἀμαλία τὸν Λυτρωτὴν Κύριον, καὶ Σωτῆρα πάντων ἐξαίτει, τοῖς ἀνυμνοῦσί σε, ὡς συμπαθείας πολλῆς, πρὸς πάντας ἐμπεριστάτους, ἔμψυχον ἐκτύπωμα, πάνυ ἀσκήτρια.

Ἀμαλία Ὁσία, τῶν Βρυξελλῶν σέμνωμα, καὶ Χριστοῦ πυξὶς Ἐκκλησίας, σοῦ τὸν οὐράνιον, Νυμφίον διηνεκῶς, μὴ παύσῃ ἐκδυσωποῦσα, πέμψαι ἄμφω δυναμιν, τοῖς εὐφημοῦσί σε.

Στηριγμὸς ἀδυνάτων, ἀσκητριῶν σέμνωμα, Ἀμαλία σθένος καμνόντων, ῥῶσις καὶ δύναμις, τῶν τρυχομένων δεινῶς, καὶ ἀσθενούντων ἀκέστωρ, ὤφθης θεοστήρικτε, κόσμου βοήθεια.

Θεοτοκίον.
Παναγία Παρθένε, δεῖξον ἡμῖν ἄχραντε, μετανοίας δρόμους τοῖς πίστει ἀνευφημοῦσί σε, ὡς παρθενίας φανόν, καὶ τηλαυγῆ τῆς ἁγνείας, φάρον παντευλόγητε, Θεογεννήτρια.

Διάσωσον, ἀπὸ κινδύνων καὶ θλίψεων, Ἀμαλία, τοὺς ἐν πίστει σὴν ἀγωγὴν ὑμνοῦντας τὴν πάνσεπτον, καὶ πόθῳ προσφεύγοντας σαῖς πρεσβείαις.

Ἐπίβλεψον, ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Πρεσβείαις ταῖς σαῖς προσφεύγομεν ἑκάστοτε, πιστῶν οἱ χοροὶ ἐν βίου περιστάσεσιν, Ἀμαλία πάνσεμνε, Βρυξελλῶν τιμαλφὲς σεμνολόγημα, καὶ τῶν Ἁγίων τέκνων σου πυξίς, πρὸς θέωσιν, μῆτερ ἀξιάγαστε.

 

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.

Ἀμαλία πανεύφημε, μήτηρ ἡ καλλίπαις ἁγίων τέκνων σου, τὴν νεότητα κατεύθυνον, πρὸς τὴν σωφροσύνην καὶ ἁγνότητα.

Ῥῦσαι πάντας στενώσεων, Ἀμαλία μῆτερ, καὶ βλάβης ὄφεως, τοὺς προστρέχοντας τῇ σκέπῃ σου, καὶ ἐπιζητοῦντας τὰς πρεσβείας σου.

Ἀπολαύειν ἀξίωσον, Ἀμαλία, πάντας τοὺς εὐφημοῦντάς σε, οὐρανῶν χαρᾶς ἀσκήτρια, ἧς ἐπαπολαύεις, θεοτίμητε.

Θεοτοκίον.
Καταπράυνον δούλων σου τῆς σαρκὸς κινήσεις, Θεογεννήτρια, Ἀμαλίας παρακλήσεσι, τῶν μακαριζόντων σε ἀείποτε.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Λάμψον μοι τὸ φῶς,  Ἀμαλία, τὸ σωτήριον, ἡ ἐκλάμψασα ἐν βίῳ ἀρεταῖς, εὐποιΐας ἔργοις, μῆτερ, καὶ σεμνότητι.

Ἤσκησας καλῶς, ἐν Βρυξέλλαις καὶ ἀπείληφας, Ἀμαλία χάριν ἄφθονον ἡμᾶς, ἐποπτεύειν, οὐρανόθεν τοὺς τιμῶντάς σε.

Σκέδασον ἡμῶν, τῆς χαμαιζηλίας ζόφωσιν, ταῖς ἀκτῖσιν Ἀμαλία σῶν εὐχῶν, πρὸς Νυμφίον σου, Χριστὸν τὸν ἐπουράνιον.

Θεοτοκίον.
Ἴθυνον ἡμᾶς, πρὸς σκηνὰς τοῦ πόλου Δέσποινα, καὶ ἀγήρω εὐφροσύνην ἀγαθή, Ἀμαλίας παρακλήσεσι, Μητρόθεε.

 

Παράκληση εις την Οσία Αμαλία

ᾨδὴ στ΄. Τὴν δέησιν.

Σὲ μέλποντες, τῆς Βραβάνδης βλάστημα, καὶ αὐτάδελφον Ἁγίου Πιπίνου, ἐν πειρασμοῖς καὶ δεινοῖς Ἀμαλία, σῇ πρὸς Θεον παῤῥησίᾳ προσφεύγομεν, τὸν κατοικτίροντα βροτούς, καὶ ταχὺ ἐλεοῦντα σοὺς πρόσφυγας.

Βοήθειαν σὴν ἀπεκδεχόμενοι ἐν ἀνάγκαις, Ἀμαλία, τοῦ βίου σὲ μελῳδοῦμεν ὡς ῥίζαν τιμίαν, Ἐμβέρτον θεῖον, Γουδούλην βλαστήσασαν, καὶ Ῥαϊνέλδαν τὴν στεῤῥάν, σὺν σεμνῇ Φαραΐλδᾳ, ἀσκήτρια.

Ῥωννύμενοι, πάντες παρακλήσεσι, ταῖς ἐνθέρμοις Ἀμαλία ὁσία, πρὸς τὸν Χριστὸν ὃν ἠγάπας ἐκ βάθους, τῆς σῆς καρδίας ὑμνοῦμεν σὴν ἄσκησιν, καὶ σοὺς ἀγῶνας ἀρετῆς, πρὸς τελείωσιν μῆτερ, καὶ θέωσιν.

  Παράκληση εις την Οσία Αμαλία

Θεοτοκίον.
Ὑπέραγνε, Θεοτόκε Δέσποινα, Ἀμαλίας τῆς Ὁσίας πρεσβείαις, ῥῦσαι ἡμᾶς συμφορῶν κατωδύνων, καὶ ἀναγκῶν ἀνυποίστων καὶ θλίψεων, τοὺς μεγαλύνοντας λαμπρῶς, τὴν πληθὺν θαυμασίων σου, ἄχραντε.

Διάσωσον, ἀπὸ κινδύνων καὶ θλίψεων Ἀμαλία, τοὺς ἐν πίστει σὴν ἀγωγὴν ὑμνοῦντας τὴν πάνσεπτον, καὶ πόθῳ προσφεύγοντας σαῖς πρεσβείαις.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Tῶν Βρυξελλῶν θεοφόρον ἀσκήτριαν, ἐπιφανῆ καὶ σεμνὴν εὐφημήσωμεν, θεοειδῆ Ἀμαλίαν, ὡς πρόβολον τῆς ἐν Χριστῷ ἰσαγγέλου βιώσεως αὐτῆς εὐχὰς διαθέρμους αἰτούμενοι.

Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

 

Εὐαγγέλιον·
Ἐκ τοῦ κατὰ Μάρκον
(Κεφ. η΄ 34- θ΄ 1).

Εἶπεν ὁ Κύριος· Ὅστις θέλει ὀπίσω μου ἐλθεῖν ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. Ὅς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν. Τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ;  Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Ὅς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων. Καὶ ἔλεγεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.

Δόξα.
Ταῖς τῆς σῆς Ὁσίας πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Μῆτερ εὐσυμπάθητε, περιφανὲς Ἀμαλία, ἡ τετράδα τέκνων σου, τῶν Ἁγίων πίστεως ὁμηγύρεσι, συναριθμήσασα, καὶ ἀξιωθεῖσα, σὺν Ἀγγέλοις ἐπαγάλλεσθαι, ἐν τοῖς σκηνώμασι, πόλου τοῖς παμφώτοις ἱκέτευε, Χριστὸν τὸν πανοικτίρμονα δοῦναι ἄμφω σθένος καὶ δύναμιν, τοῖς ἐν εὐλαβείᾳ, τιμῶσί σου ἀγῶνας τοὺς σεπτούς, πρὸς ἀρετῆς ὁλοκλήρωσιν, θεαυγὲς ἀσκήτρια.

Σῶσον ὁ Θεός τὸν λαὸν σου…

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ξύλου ἐπαπολαύεις οὐρανῶν Ἀμαλία, σεμνὴ ἀσκήτρια, τῶν Βρυξελλῶν ὡς βίου, ἀμέμπτου ἐκμαγεῖον, καὶ πρεσβεύεις τῷ Κτίσαντι, ὑπὲρ ἡμῶν τῶν πιστῶς, σὲ ἀνυμνολογούντων.

Εὐσυμπάθητε μῆτερ, Ἀμαλία τετράδα Ἁγίων τέκνων σου, ὡς δῶρον τῷ Κυρίῳ, Χριστῷ προσενεγκοῦσα, σὴν ἐξ ὕψους ἀντίληψιν, πέμψον ἡμῖν εὐλαβῶς, τιμῶσί σου τὴν μνήμην.

Λεύκανόν μου καρδίας, τὴν στολήν Ἀμαλία, εὐχῶν σου νάμασι, πρὸς τὸν Χριστὸν ἀσκήσει, συντόνῳ ἐν Βρυξέλλαις, ἡ ψυχῆς σου λεύκανασα, ὥσπερ χιόνα στολήν, ἡγιασμένη μῆτερ.

Θεοτοκίον.
Λυπηρῶν μου ὁμίχλην καὶ ἀχλὺν ἀκηδίας, ταχέως δίωξον, φωτὶ τῶν πρεσβειῶν σου, πρὸς τὸν μονογενῆ σου, τόκον Θεογεννήτρια, τὸν Φωτοδότην Χριστόν, Παρθένε Παναγία.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὡς θείας δόξης, ἐν οὐρανοῖς Ἀμαλία, ἀπολαύουσα πέμψον σὴν χάριν, τοῖς πιστῶς τελοῦσι, σὴν σεβασμίαν μνήμην.

Νῦν Ἀμαλία, ὑμνολογοῦντες σοὺς πόνους, ἀρετῆς πρὸς τελείωσιν πόθῳ, σὰς ἐπιζητοῦμεν, θεοπειθεῖς πρεσβείας.

Ὁσία μῆτερ, τῶν Βρυξελλῶν Ἀμαλία, ἐγκαλλώπισμα ῥύου κινδύνων, καὶ ἐχθροῦ παγίδων, τοὺς σὲ ἀνευφημοῦντας.

Θεοτοκίον.
Σπεύδομεν πάντες, σῇ ἀῤῥαγεῖ προστασίᾳ, ἐν τοῖς κλύδωσι βίου Παρθένε, Κεχαριτωμένη, πιστῶν παραμυθία.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Ἱκέτας σου συντήρει, ἀσινεῖς παγίδων, τοῦ βδελυροῦ Ἀμαλία ἀλάστορος, καὶ πειρασμῶν ἀπειράστους, σῶφρον ἀσκήτρια.

Ἀπαύστως Ἀμαλία, πρέσβευε θεόθεν, ὑπὲρ ἡμῶν ἐκτελούντων ἐν ᾄσμασι, σὴν σεβασμίαν καὶ θείαν, μνήμην, πανεύφημε.

Στηρίζουσα μὴ παύσῃ, πάντας Ἀμαλία, τῇ βακτηρίᾳ εὐχῶν σου πρὸς Κύριον, τοὺς κλονουμένους ἐν βίῳ, Ὁσία πάνσεμνε.

  ΑΓΙΑ ΜΑΡΤΥΣ ΒΑΣΣΑ ΕΔΕΣΣΑΙΑ ΚΑΙ ΤΕΚΝΑ ΑΥΤΗΣ ΑΚΟΛΟΥΘΙΑ

 

Παράκληση εις την Οσία Αμαλία

Θεοτοκίον.
Χριστοῦ Ἁγία Μῆτερ, Κεχαριτωμένη, τῆς Ἀμαλίας ἐνθερμοις δεήσεσι, πέμψον ἡμῖν τὴν σὴν χάριν, ἀφθόνως, Δέσποινα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις, ἡ κοσμήτωρ τῶν Βρυξελλῶν, σῶφρον Ἀμαλία, ὁσιότητος λαμπηδών, χαίροις, ἡ καλλίπαις τῶν σῶν τεκνίων μῆτερ, Ἁγίων συγχαιρόντων δήμοις ἀείποτε.

Χαίροις, Ἀμαλία θεοειδές, μῆτερ τῶν Ἁγίων, τοῦ Ἐμβέρτου τοῦ εὐκλεοῦς, Ῥαϊνέλδας θείας, Ὁσίας Φαραΐλδας καὶ εὐλαβοῦς Γουδούλης, πίστεως καύχημα.

Χαίροις, τῆς Βραβάνδης σεπτὸς βλαστός, χαίροις, Ἀμαλια, ἐγκαλλώπισμα Βρυξελλῶν, χαίροις τοῦ Ἁγίου αὐτάδελφος Πιπίνου καὶ τέκνων σου τετράδος μήτηρ φιλόστοργος.

Χαίροις, Ἀμαλία πανευλαβές, τῶν ἐλεημόνων ἀγαλλίαμα γυναικῶν, χαίροις, συμπαθείας πρὸς πάσχοντας ἀκρότης, Ὁσίων κοσμιότης, μῆτερ, καὶ σέμνωμα.

Ῥύου, Ἀμαλία, παντοδαπῶν θλίψεων, κινδύνων, πειρασμῶν τε καὶ συμφορῶν τοὺς ἐπιτελοῦντας σὴν σεβασμίαν μνήμην, τῶν Βρυξελλῶν Ὁσία, μῆτερ χριστόφιλε.

Στέφος ἀμαράντινον ἐκ Θεοῦ τῶν χειρῶν ἀξίως ὡς Ὁσίων ὑπογραμμὸς ἔλαβες καὶ δήμοις Ἀγγέλων, Ἀμαλία, συγχαίρεις εἰς αἰῶνας, χάριτος ἔκτυπον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

 

Τὸ Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

 

Παράκληση εις την Οσία Αμαλία

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Μῆτερ Ἀμαλία θεαυγές, σκεῦος ἀρετῆς καὶ σοφίας, κοσμῆτορ τῶν Βρυξελλῶν, ἡ σεπτῶς ἀσκήσασα καὶ τῷ Παντάνακτι, Κτίστῃ εὐαρεσήσασα, συντόνοις καμάτοις, ἐκτενῶς μνημόνευε τῶν δεομένων σου, πόθῳ καὶ τιμώντων ἐκθύμως, μνήμην σου τὴν θείαν Ὁσίων, Βρυξελλῶν ἀσύλητον θησαύρισμα.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τὴν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς,
Ἀμήν.

 

Παράκληση εις την Οσία Αμαλία

proseyxi.com

Αφήστε μια απάντηση